Τετάρτη 21 Μαρτίου 2012

Από τους παλιούς μας Κύκλους


Ο  κανόνας της Κυριακής της Σταυροπροσκυνήσεως (Γ΄Νηστειών)

ᾨδὴ α' Ἦχος α' (Ἀναστάσεως ἡμέρα)
Πανηγύρεως ἡμέρα, τῇ Ἐγέρσει Χριστοῦ θάνατος φροῦδος ὤφθη, ζωῆς ἀνέτειλεν αὐγή, ὁ Ἀδὰμ ἐξαναστὰς χορεύει χαρᾷ· διὸ ἀλαλάξωμεν ἐπινίκιον ᾄδοντες.

ᾨδὴ γ' (Δεῦτε πόμα πίωμεν καινὸν)
Δεῦτε ᾆσμα ᾄσωμεν καινόν, τὴν κατάλυσιν ᾍδου πανηγυρίζοντες· ἐκ γὰρ τοῦ τάφου Χριστός, ἀνέστη τὸν θάνατον ἑλών, καὶ σώσας τὰ σύμπαντα.

ᾨδὴ δ' (Ἐπὶ τῆς θείας φυλακῆς)
Ἰδοὺ ἀνέστη ὁ Χριστός, ταῖς Μυροφόροις Γυναιξίν, Ἄγγελος φησὶ μὴ θρηνεῖτε πορευθεῖσαι εἴπατε, τοῖς Ἀποστόλοις· Χαίρετε, σήμερον σωτηρία τῷ Κόσμῳ, ἡ τυραννίς τοῦ ἐχθροῦ, θανάτῳ λέλυται.

ᾨδὴ ε' (Ὀρθρίσωμεν ὄρθρου βαθέος)
Ἀνέτειλας ἀπὸ τοῦ τάφου ἄδυτον φάος τῷ Κόσμῳ ἀστράπτων τὴν ἀφθαρσίαν, ἐκμειώσας Κύριε, θανάτου τὴν κατήφειαν, ἐκ τῶν περάτων ὡς εὔσπλαγχνος.

ᾨδὴ ς' (Κατῆλθες ἐν τοῖς κατωτάτοις)
Ἀνέστης τὸν θάνατον θραύσας Χριστέ, ὥσπερ μέγας Βασιλεύς, ἐκ τῶν τοῦ ᾍδου ταμείων, ἀνακαλέσας ἡμᾶς, εἰς ἀπόλαυσιν Βασιλείας οὐρανῶν, εἰς γῆν ἀθανασίας.

 ᾨδὴ ζ' (Ὁ Παῖδας ἐκ καμίνου)
Ἀνέστης ἐκ τοῦ τάφου τριήμερος, ὡς ὁ ὑπνῶν Κύριε, ᾍδου πυλωρούς, πατάξας θείᾳ δυνάμει, καὶ τοὺς πάλαι ἐγείρας Προπάτορας, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

ᾨδὴ η' (Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα)
Μύρα ἐν χερσί, τί κατέχετε ὅλως; τίνα δὲ ἐκζητεῖτε; νῦν ὁ φανεῖς Νεανίας ἐν τῷ τάφῳ βοᾷ· Ἐξανέστη ὁ Χριστός, καὶ Θεὸς ἡμών, ἀναστήσας φύσιν βροτῶν ᾍδου κευθμώνων.

 ᾨδὴ θ' (Φωτίζου φωτίζου)
Ἐν τάφῳ κατῆλθες ὁ ζωοδότης καὶ Θεός, καὶ συνέτριψας πάντα κλεῖθρά τε καὶ τοὺς μοχλούς, καὶ τοὺς νεκροὺς ἐξανέστησας. Δόξα τῇ σῇ Ἐγέρσει βοῶντας· Χριστὲ Σωτὴρ παντοδύναμε.                                                                                                     Κυριακή 7 Μαρτίου 2010

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου