Παρασκευή 4 Νοεμβρίου 2011

Πολύ επίκαιρο τις μέρες που περνάμε!! (Η ευχή που διαβάζεται την ημέρα της εορτής της Αγ. Σκέπης)


Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι τῇ σῇ ἀγα­θό­τητι ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς ἀναμέλψαι σοι ᾠδὴν ἐπινίκιον τῷ σωτῆρι ἡμῶν. ᾿Ιδοὺ γὰρ οἱ ἄρχοντες ἡμῶν συνήχθησαν ἐπὶ τὸ αὐτό, καὶ πᾶσα συναγωγὴ λαοῦ ἀνάμνησιν ἐπιτελοῦμεν ἔρ­γου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέ­ραις ἡμῶν. Λαὸς γὰρ πόρ­ρωθεν ἱταμὸς καὶ ἀνελέητος ἀνέβη ὡς λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξῆρε καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ ἐξολοθρεύων ἔθνη, τιθεὶς τὴν γῆν εἰς ἐρήμωσιν καὶ πόλεις καθαιρῶν παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς. ᾿Εσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Οἱ κατοικοῦντες αὐτὴν εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάσας τὰς θαλάσσας ταρασσομένας, τὸν οὐρανὸν φλε­γό­μενον καὶ πάσας τὰς πόλεις ἐμπεπυρισμένας, καὶ εἰσέ­δυσαν εἰς τὰ σπήλαια καὶ ἐκρύβησαν εἰς τὰς τάφρους. Καὶ ἧκεν ἐφ᾿ ἡμᾶς τὸ ἔθνος τὸ ὁπλομάχον καὶ εἶπον ἡμῖν· Κύ­ψα­τε, ἵνα παρέλθωμεν. ῾Ο δὲ λαός σου ἀνέστη καὶ ἐν τῷ ὀνό­ματί σου ἠμύνατο αὐτοῖς καὶ ἐδίωξεν ὀπίσω αὐτῶν, καὶ ἐδί­ωξεν εἷς χιλίους καὶ δύο μετεκίνησαν μυριάδας.
᾿Αλλ᾿ ἔδει πληρωθῆναι τὴν βουλήν σου, ὁ Θεός, καὶ ἔστρε­ψας τὴν νίκην ἡμῶν εἰς ἧτταν καὶ ἦλθον τὰ ἔθνη εἰς τὴν κλη­ρονομίαν σου καὶ ἐμίαναν τὴν χώραν ἡμῶν. ῎Εθεντο τὰ θνη­σι­μαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. ᾿Εξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν πληγάς· ἔθου ἡμᾶς ὡς λίθον κατα­πατού­με­νον καὶ εἰς χοῦν θανάτου κατήγαγες ἡμᾶς· οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς καὶ ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡ­μῶν· οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἡμῶν ἐτελεύτησαν ἐν λιμῷ· ἐ­πένθησεν ἡ γῆ καὶ ἐκ πάσης οἰκίας ἤρθη εὐφροσύνη καὶ χαρά· καὶ ἐκλαίομεν οὐ τοὺς τεθνηκότας οὐδὲ ἐθρηνοῦμεν ἐπ᾿ αὐτοῖς, ἀλλ᾿ ἐκλαίομεν κλαυθμῷ τοὺς ἐκπορευομένους, ὅτι οὐκ ἦν ἐπιστρέψαι ἔτι καὶ ἰδεῖν τὴν γῆν τῆς πατρίδος αὐτῶν.
῞Οτε δὲ συνετελέσθη ἡ πονηρία τῶν ἁμαρτωλῶν καὶ ἐπλή­σθη ἡ ταπείνωσις ἡμῶν, ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος καὶ ὁ ῞Υψιστος ἔδωκε φωνὴν αὐτοῦ καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισε τοὺς ἐχθροὺς ἡμῶν καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς· ἅμα τῷ δοξασθῆναι αὐ­τοὺς καὶ ἐπαρ­θῆναι ἐκλιπόντες ὡσεὶ κα­πνὸς ἐξέλιπον· οἱ με­γαλορ­ρη­μο­νοῦντες ὠνεδίσαντο αἰσχύνην καὶ ἐντροπήν, καὶ ἐγενή­θη­σαν αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες ἡμᾶς, ὅτι ἡμέρα Κυρί­ου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάν­τα ὑψη­λὸν καὶ μετέωρον· ὁ γὰρ δεσπότης Κύριος σαβαὼθ συν­τα­ράσ­σει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συν­­τριβήσονται.
Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡ γῆ ἡμῶν, καὶ αἱ ψυχαὶ ἡμῶν εὐγνωμοσύνης πλήρεις βοῶσι πρὸς σέ· Σὺ βα­σιλεὺς ἡμῶν, σὺ ἄρχων, σὺ καὶ κριτής, ὅτι ἡ δι­και­ο­σύνη σου εἰς τὸν αἰῶνα ἔσται καὶ τὸ σωτήριόν σου εἰς γε­νεὰς γενεῶν. Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς· νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας ἡμᾶς, τοὺς ἄρχοντας καὶ τὸν λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι ἔτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν, καὶ μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ. ῎Ετι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, Κύριε, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται ἐν σκηναῖς δικαίων καὶ τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ἵνα οἵ τε ζῶντες καὶ οἱ ἐπ᾿ ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐ­χαριστίαν καὶ δόξαν προσφέρομέν σοι τῷ Κυρίῳ τῆς ζωῆς καὶ τοῦ θανάτου εἰς τοὺς αἰῶνας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου