Τρίτη 22 Νοεμβρίου 2011

Από τους παλιούς μας Κύκλους (21/11/2010)


Η ΚΙΒΩΤΟΣ ΤΗΣ ΔΙΑΘΗΚΗΣ

Και ἦν κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας. …τί ποιήσωμεν τῇ κιβωτῷ Κυρίου; …καὶ εἶπαν· εἰ ἐξαποστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου Θεοῦ ᾿Ισραήλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, … πέντε ἕδρας χρυσᾶς, …  καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν· καὶ δώσετε τῷ Κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας ..καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃκαὶ λήψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ κατεύθυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιθσαμύς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσαμύςκαὶ οἱ ἐν Βαιθσαμὺς ἐθέριζον καὶ ᾖραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν Κυρίου καὶ ηὐφράνθησαν …(Α Βασιλειών στ΄ 1-13)

 

Καί συνήγαγεν ἔτι Δαυὶδ πάντα νεανίαν ἐξ ᾿Ισραήλ, ὡς ἑβδομήκοντα χιλιάδας.  καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυὶδ καὶ πᾶς λαὸς μετ᾿ αὐτοῦ καὶ ἀπὸ τῶν ἀρχόντων ᾿Ιούδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ, ἐφ᾿ ἣν ἐπεκλήθη τὸ ὄνομα τοῦ Κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβὶν ἐπ᾿ αὐτῆς.  καὶ ἐπεβίβασαν τὴν κιβωτὸν Κυρίου ἐφ᾿ ἅμαξαν καινὴν καὶ ᾖραν αὐτὴν ἐξ οἴκου ᾿Αμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ ᾿Οζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ ᾿Αμιναδὰβ ἦγον τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ,  καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ.  καὶ Δαυὶδ καὶ υἱοὶ ᾿Ισραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς.  καὶ παραγίνονται ἕως ἅλω Ναχών, καὶ ἐξέτεινεν ᾿Οζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος.  καὶ ἐθυμώθη ὀργῇ Κύριος τῷ ᾿Οζά, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ Θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ.  καὶ ἠθύμησε Δαυὶδ ὑπὲρ οὗ διέκοψε Κύριος διακοπὴν ἐν τῷ ᾿Οζά· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος Διακοπὴ ᾿Οζὰ ἕως τῆς ἡμέρας ταύτης. (Β΄Βασιλειών στ΄1-8)

          Κυριακή 21 Νοεμβρίου 2010

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου