Δευτέρα 17 Νοεμβρίου 2014

ΠΙΣΤΗ-ΕΡΓΑ ΣΩΖΟΥΝ ΤΟΝ ΑΜΑΡΤΩΛΟ

Η Ραάβ (Ραχάβ) ήταν Χαναναία πόρνη, που κατοικούσε στην Ιεριχώ (Ιησούς του Ναυή 2,1). Ήταν σύζυγος του Σαλμών, γιου του αρχηγού της φυλής Ιούδα του Ναασσών (Ματθαίος 1,4-5). Ήταν μητέρα του Βοόζ, συζύγου της Ρουθ και πρόγονη του Δαβίδ (Ρουθ 4,20). 

ΚΑΙ ἀπέστειλεν ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐκ Σαττὶν δύο νεανίσκους κατασκοπεῦσαι λέγων· ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν ῾Ιεριχώ. καὶ πορευθέντες οἱ δύο νεανίσκοι εἰσήλθοσαν εἰς ῾Ιεριχὼ καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ ὄνομα Ραάβ, καὶ κατέλυσαν ἐκεῖ. 2 ...3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς ῾Ιεριχὼ καὶ εἶπε πρὸς Ραὰβ λέγων· ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα, κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασι. 4 ... 6 αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος. 7 ...9 καὶ εἶπε πρὸς αὐτούς· ἐπίσταμαι ὅτι ἔδωκεν ὑμῖν Κύριος τὴν γῆν, ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφ' ἡμᾶς· 10 ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, ...11 καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. 12 καὶ νῦν ὀμόσατέ μοι Κύριον τὸν Θεόν, ὅτι ποιῶ ὑμῖν ἔλεος καὶ ποιήσατε καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου 13 καὶ ζωγρήσατε τὸν οἶκον τοῦ πατρός μου, τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου. 14 καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες· ἡ ψυχὴ ἡμῶν ἀνθ' ὑμῶν εἰς θάνατον. ...15 καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος 16... 23 καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους καὶ διέβησαν πρὸς ᾿Ιησοῦν υἱὸν Ναυὴ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς. 24 καὶ εἶπαν πρὸς ᾿Ιησοῦν ὅτι παραδέδωκε Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηχε πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ' ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου