Δοξαστικόν Θ΄ Ώρας , Μεγάλων Ωρών Χριστουγέννων ήχος πλ. β΄
Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ
δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν (ἐκ γ').
Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ
οὐσίᾳ ἀναφής.
Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ
στερεώσας τοὺς οὐρανούς πάλαι κατ' ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ
Μάννα ὀμβρίσας τῷ Λαῷ.
Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς
Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ (ἐκ γ').
Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου