Πέμπτη 15 Νοεμβρίου 2012

Καταπληκτικό!! (Η αδικία κερδίζει τον ουρανό;;)


Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητάς αὐτοῦ· Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ (οικονόμος-μάλαμα).  καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν (απολύεστε κύριε!!).  εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ' ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι (δεν μπορώ να δουλέψω-ντρέπομαι να ζητιανέψω)·  ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν(να τι θα κάνω, θα κάνω "φίλους").  καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου;  ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα (γράψε ότι χρωστάς λιγότερα!!).  ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα(γράψε ότι χρωστάς λιγότερα!!).  καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας (ΤΟΝ ΕΠΑΙΝΕΣΕ), ὅτι φρονίμως ἐποίησεν(εργάστηκε φρόνιμα σύμφωνα με τα κοσμικά δεδομένα)· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι (πιο έξυπνοι οι κοσμικοί στον κόσμο αυτό!!).  κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς (ΚΑΝΤΕ ΦΙΛΟΥΣ ΑΚΟΜΑ ΚΑΙ ΑΠΟ ΤΙΣ ΑΔΙΚΙΕΣ ΣΑΣ ΩΣΤΕ ΝΑ ΣΑΣ ΠΕΡΙΜΕΝΟΥΝ ΣΤΟΝ ΟΥΡΑΝΟ). (Λουκ 16 1-9)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου