Παρασκευή 21 Σεπτεμβρίου 2012

προφήτης Ιωνάς Δ' - Η λογική του Θεού


 ΚΑΙ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη (τσαντίστηκε που τη γλύτωσαν οι Νινευίτες), 2 καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν· Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου (ΔΕΝ ΣΤΑ 'ΛΕΓΑ ΟΤΑΝ ΗΜΟΥΝ ΑΚΟΜΗ ΣΤΗΝ ΠΑΤΡΙΔΑ ΜΟΥ;;); διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσίς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις (ΓΙ΄ΑΥΤΟ ΕΦΥΓΑ, ΓΙΑΤΙ ΞΕΡΩ ΟΤΙ ΕΙΣΑΙ ΕΛΕΗΜΩΝ ΚΑΙ ΑΛΛΑΖΕΙΣ ΓΝΩΜΗ!!). 3 καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν με (ΚΑΛΥΤΕΡΑ ΝΑ ΠΕΘΑΝΩ). 4 καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σύ; 5 καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει (κάθησε να δεί τι θα γίνει). 6 καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην (χάρηκε από τη σκιά της κολοκυθιάς). 7 καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθαν, καὶ ἀπεξηράνθη (ξεράθηκε η κολοκυθιά από σκουλήκι). 8 καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἐπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοι ἀποθανεῖν με ἢ ζῆν ("τσουρουφλίστηκε" μόλις ξεράθηκε η κολοκυθιά , μιλάμε για Ιράκ). 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε· σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου (πολύ λυπήθηκα για την κολοκυθιά). 10 καὶ εἶπε Κύριος· σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾿ αὐτὴν οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο (λυπήθηκες για την κολοκυθιά που ούτε δούλεψες γι' αυτή ούτε τη φρόντισες και τη μιά μέρα ήταν και χάθηκε σε μιά νύχτα). 11 ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης (ΕΓΩ ΔΕ ΘΑ ΛΥΠΗΘΩ ΤΗ ΜΕΓΑΛΗ ΠΟΛΗ;), ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων (ΜΕ 120.000 ΑΝΘΡΩΠΟΥΣ;;), οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν (ΠΟΥ ΔΕΝ ΓΝΩΡΙΖΟΥΝ ΤΟ ΘΕΛΗΜΑ ΜΟΥ;;;), καὶ κτήνη πολλά.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου